Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.141 Joseph. AJ 16.146 (English) >>Joseph. AJ 16.151

16.144Φασαήλῳ τε τῷ ἀδελφῷ μνημεῖα διὰ τὴν γεγενημένην εἰς αὐτὸν φιλοστοργίαν ἀνετίθει τὰ κάλλιστα, πύργον ἐπʼ αὐτῆς τῆς πόλεως ἀναστήσας οὐδὲν ἐλάττω τοῦ κατὰ τὴν Φάρον, ὃν προσηγόρευσεν Φασάηλον, ἀσφαλείας τε τῇ πόλει μέρος ὄντα καὶ μνήμης τῷ τετελευτηκότι διὰ τὴν προσηγορίαν. 16.145ὁμώνυμον δὲ αὐτῷ καὶ πόλιν περὶ τὸν αὐλῶνα τῆς Ἱεριχοῦντος ἔκτισεν ἀπιόντων κατὰ βορρᾶν ἄνεμον, διʼ ἧς καὶ τὴν πέριξ χώραν ἔρημον οὖσαν ἐνεργοτέραν ἐποίησεν ταῖς ἐπιμελείαις τῶν οἰκητόρων. Φασαηλίδα καὶ ταύτην ἐκάλει. 16.146

Τὰς δὲ ἄλλας εὐεργεσίας ἄπορον εἰπεῖν ὅσας ἀπέδωκεν ταῖς πόλεσιν ἔν τε Συρίᾳ καὶ κατὰ τὴν Ἑλλάδα καὶ παρʼ οἷς ποτʼ ἂν ἀποδημήσας τύχοι· καὶ γὰρ πλείους λειτουργίας καὶ δημοσίων ἔργων κατασκευὰς καὶ χρήματα τοῖς δεομένοις ἔργοις εἰς ἐπιμέλειαν τῶν προτέρων ἔργων ἐκλελοιπότων ἄφθονα χαρίσασθαι δοκεῖ. 16.147τὰ δὲ μέγιστα καὶ διασημότατα τῶν πεπραγμένων αὐτῷ Ῥοδίοις μὲν τό τε Πύθιον ἀνέστησεν οἰκείοις ἀναλώμασιν καὶ παρέσχεν ἀργυρίου πολλὰ τάλαντα πρὸς ναυπηγίαν. Νικοπολίταις δὲ τοῖς ἐπʼ Ἀκτίῳ κτισθεῖσιν ὑπὸ Καίσαρος τὰ πλεῖστα τῶν δημοσίων συγκατεσκεύασεν. 16.148Ἀντιοχεῦσι δὲ τοῖς ἐν Συρίᾳ μεγίστην πόλιν οἰκοῦσιν, ἣν κατὰ μῆκος τέμνει πλατεῖα, ταύτην αὐτὴν στοαῖς παρʼ ἑκάτερα καὶ λίθῳ τὴν ὕπαιθρον ὁδὸν ξεστῷ καταστορέσας πλεῖστον εἰς κόσμον καὶ τὴν τῶν οἰκούντων εὐχρηστίαν ὠφέλησεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.141 Joseph. AJ 16.146 (English) >>Joseph. AJ 16.151

Powered by PhiloLogic